Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.304 Joseph. AJ 18.308 (English) >>Joseph. AJ 18.313

18.306θεὸς γὰρ οὐκ ἄρʼ ἀμνημονήσειν ἔμελλε Πετρωνίῳ κινδύνων, οὓς ἀνειλήφει ἐπὶ τῇ τῶν Ἰουδαίων χάριτι καὶ τιμῇ τῇ αὐτοῦ, ἀλλὰ τὸν Γάιον ἀποσκευασάμενος ὀργῆς ὧν ἐπὶ σεβασμῷ τῷ αὐτοῦ πράσσειν ἐτόλμησε, τὸν μισθὸν χρεολυτεῖν συνευεργετεῖν τῷ Πετρωνίῳ τε Ῥώμη καὶ πᾶσα ἀρχή, μάλιστα δʼ ὁπόσοι τῆς βουλῆς προύχοιεν ἀξιώματι, διὰ τὸ εἰς ἐκείνους ἀκράτῳ τῇ ὀργῇ χρῆσθαι τὸν Γάιον. 18.307καὶ τελευτᾷ μὲν οὐ μετὰ πολὺν χρόνον γράψαι τῷ Πετρωνίῳ τὴν ἐπὶ τῷ θανεῖν ἀνακειμένην ἐπιστολήν, τὴν δʼ αἰτίαν, ἐξ ἧς τελευτᾷ, καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον ἀφηγήσομαι προϊόντος τοῦ λόγου. 18.308Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετʼ οὐ πολὺ δὲ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθη τε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν, 18.309καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆς τε τῆς εἰς τὸν ναὸν καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως κίνδυνος τοῦ θανεῖν. 18.310

Γίνεται δὲ καὶ περὶ τοὺς ἐν τῇ Μεσοποταμίᾳ καὶ μάλιστα τὴν Βαβυλωνίαν οἰκοῦντας Ἰουδαίους συμφορὰ δεινὴ καὶ οὐδεμιᾶς ἧστινος ἐλάσσων φόνος τε αὐτῶν πολὺς καὶ ὁπόσος οὐχ ἱστορημένος πρότερον. περὶ ὧν δὴ τὰ πάντα ἐπʼ ἀκριβὲς διηγησάμενος ἐκθήσομαι καὶ τὰς αἰτίας, ἀφʼ ὧν αὐτοῖς τὸ πάθος συνέτυχεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.304 Joseph. AJ 18.308 (English) >>Joseph. AJ 18.313

Powered by PhiloLogic